Πηγή:
https://katakomviki-ecclesia.blogspot.com/2019/02/blog-post_25.html
ΣΩΤΗΡΙΑ ΑΛΗΘΕΙΑ - ΔΙΔΑΧΕΣ ΤΩΝ ΠΑΤΕΡΩΝ ΓΙΑ ΤΗΝ ΕΠΟΧΗ ΤΗΣ ΑΠΟΣΤΑΣΙΑΣ
Οὐκ ἀρνησόμεθά σε, φίλη Ὀρθοδοξία·
οὐ ψευσόμεθά σου πατροπαράδοτον σέβας·
ἐν σοὶ ἐγεννήθημεν, καὶ σοὶ ζῶμεν, καὶ ἐν σοὶ κοιμηθησόμεθα·
εἰ δὲ καλέσει καιρός, καὶ μυριάκις ὑπὲρ σοῦ τεθνηξόμεθα. (Ιωσήφ Βρυέννιου)
Ἐκκλησίας οὐδέν ἴσον. Μή μοί λέγε τείχη καί ὄπλα. Τείχη μέν γάρ τό χρόνω παλαιοῦνται, ἡ Ἐκκλησία δέ οὐδέποτε γηρά. Τείχη βάρβαροι καταλύουσιν, Ἐκκλησίας δέ οὐδέ δαίμονες περιγίνονται. Καί ὅτι οὗ κόμπος τά ρήματα, μαρτυρεῖ τό πράγμα. Πόσοι ἐπολέμησαν τὴν Ἐκκλησίαν, καὶ οἱ πολεμήσαντες ἀπώλοντο. Αὕτη δὲ ὑπὲρ τῶν οὐρανῶν ἀναβέβηκεν. Τοιοῦτον ἔχει μέγεθος ἡ Ἐκκλησία· πολεμουμένη νικᾶ· ἐπιβουλευομένη περιγίνεται· ὑβριζομένη, λαμπροτέρα καθίσταται· δέχεται τραύματα, καὶ οὐ καταπίπτει ὑπὸ τῶν ἐλκῶν· κλυδωνίζεται, ἀλλ’ οὐ καταποντίζεται· χειμάζεται, ἀλλὰ ναυάγιον οὒχ ὑπομένει· παλαίει, ἀλλ’ οὒχ ἡττᾶται· πυκτεύει, ἀλλ’ οὐ νικᾶται. Διὰ τί οὖν συνεχώρησε τὸν πόλεμον; Ἵνα δείξη λαμπρότερον τὸ τρόπαιον. (Αγίου Ἰωάννου Χρυσοστόμου)